Song for the Unification of Europe (Patrice's version)

Ἐὰν ταῖς γλώσσαις
Τῶν ἀνθρώπων λαλῶ
Καὶ τῶν ἀγγέλων
Ἀγάπην δὲ μὴ ἔχω
Γέγονα χαλκὸς ἠχῶν
Ἢ κύμβαλον ἀλαλάζον

Καὶ ἐὰν ἔχω προφητείαν
Καὶ εἰδῶ τὰ μυστήρια πάντα
Ὥστε ὄρη μεθιστάναι
Ἀγάπην δὲ μὴ ἔχω

Οὐθέν εἰμι
Οὐθέν εἰμι
Οὐθέν εἰμι

Ἡ ἀγάπη μακροθυμεῖ
Χρηστεύεται
Ἡ ἀγάπη, οὐ ζηλοῖ
Οὐ περπερεύεται
Οὐ φυσιοῦται

Πάντα στέγει
Πάντα πιστεύει
Πάντα ἐλπίζει
Πάντα ὑπομένει

Ἡ ἀγάπη οὐδέποτε πίπτει
Εἴτε δὲ προφητεῖαι, καταργηθήσονται
Καταργηθήσονται, καταργηθήσονται
Εἴτε γλῶσσαι, παύσονται
Εἴτε γλῶσσαι, παύσονται
Εἴτε γνῶσις, καταργηθήσεται

Νυνὶ δὲ μένει
Πίστις, ἐλπίς, ἀγάπη
Τὰ τρία ταῦτα

Μείζων δὲ τούτων ἡ ἀγάπη
Μείζων δὲ τούτων ἡ ἀγάπη
Μείζων δὲ τούτων ἡ ἀγάπη



Credits
Writer(s): Zbigniew Preisner
Lyrics powered by www.musixmatch.com

Link